Add parallel Print Page Options

13 Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω. 14 ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν ἀλείψαντες [a]αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ κυρίου· 15 καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. 16 ἐξομολογεῖσθε [b]οὖν ἀλλήλοις [c]τὰς ἁμαρτίας καὶ [d]εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. 17 Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· 18 καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς [e]ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς.

Read full chapter

Footnotes

  1. ΙΑΚΩΒΟΥ 5:14 αὐτὸν Treg NIV RP ] – WH
  2. ΙΑΚΩΒΟΥ 5:16 οὖν WH Treg NIV ] – RP
  3. ΙΑΚΩΒΟΥ 5:16 τὰς ἁμαρτίας WH Treg NIV ] τὰ παραπτώματα RP
  4. ΙΑΚΩΒΟΥ 5:16 εὔχεσθε Treg NIV RP ] προσεύχεσθε WH
  5. ΙΑΚΩΒΟΥ 5:18 ὑετὸν ἔδωκεν WH NIV RP ] ἔδωκεν ὑετὸν Treg